Ancient Greek · ~1 min
Book XIV, Chapter 55
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 55.1-3
Not analysed yet
Ἰμίλκων δὲ τοῖς κυβερνήταις ἅπασι δοὺς βυβλίον ἐπεσφραγισμένον, ἐκέλευσεν ἀνοίγειν ὅταν ἐκπλεύσωσι καὶ ποιεῖν τὰ γεγραμμένα. τοῦτο δʼ ἐμηχανήσατο πρὸς τὸ μηδένα τῶν κατασκόπων ἀπαγγεῖλαι τὸν κατάπλουν τῷ Διονυσίῳ· ἦν δὲ γεγραμμένον, ὅπως ἐς Πάνορμον καταπλεύσωσιν.