Ancient Greek · ~2 min
56.5 to 56.6
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 56.5-6
Not analysed yet
τινὲς δὲ τῶν Μεσσηνίων ἀκούοντές τι παλαιὸν αὐτοῖς εἶναι λόγιον, ὅτι δεῖ Καρχηδονίους ὑδροφορῆσαι κατὰ τὴν πόλιν, ἐξεδέχοντο τὸ κατὰ τὴν φήμην πρὸς τὸ συμφέρον ἑαυτοῖς, νομίζοντες δουλεύσειν ἐν Μεσσήνῃ τοὺς Καρχηδονίους. διὸ καὶ ταῖς ψυχαῖς εὐθαρσεῖς ὄντες πολλοὺς καὶ τῶν ἄλλων προθύμους ἐποιοῦντο εἰς τοὺς ὑπὲρ τῆς ἐλευθερίας κινδύνους. εὐθέως δὲ τῶν νεωτέρων ἐπιλέξαντες τοὺς ἀρίστους ἀπέστειλαν ἐπὶ τὴν Πελωρίδα, κωλύσοντας τοὺς πολεμίους ἐπιβαίνειν τῆς χώρας.