Ancient Greek · ~5 min
6.3 to 6.8
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 6.3-8
Not analysed yet
ἐλθόντος δὲ τοῦ Καταναίου πρὸς τοὺς ἡγεμόνας τῶν Συρακοσίων καὶ δηλώσαντος τὰ προειρημένα, πιστεύσαντες περὶ τούτων οἱ στρατηγοὶ συνετάξαντο νύκτα καθʼ ἣν ἐξάξουσι τὴν δύναμιν, καὶ τὸν ἄνθρωπον ἐξαπέστειλαν εἰς τὴν Κατάνην. οἱ μὲν οὖν Συρακόσιοι κατὰ τὴν τεταγμένην νύκτα ἦγον τὸ στρατόπεδον ἐπὶ τὴν Κατάνην, οἱ δὲ Ἀθηναῖοι παραπλεύσαντες εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων μετὰ πολλῆς ἡσυχίας τοῦ τε Ὀλυμπίου κύριοι κατέστησαν καὶ πάντα τὸν περικείμενον τόπον καταλαβόμενοι παρεμβολὴν ἐποιήσαντο. οἱ δὲ στρατηγοὶ τῶν Συρακοσίων ὡς ᾔσθοντο τὴν ἀπάτην, ταχέως ἀναστρέψαντες προσέβαλον τῇ παρεμβολῇ τῶν Ἀθηναίων. ἐπεξελθόντων οὖν τῶν πολεμίων συνέστη μάχη, καθʼ ἣν οἱ Ἀθηναῖοι τετρακοσίους τῶν ἐναντίων ἀνελόντες φυγεῖν ἠνάγκασαν τοὺς Συρακοσίους. οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ θεωροῦντες τοὺς πολεμίους ἱπποκρατοῦντας, καὶ βουλόμενοι βέλτιον τὰ πρὸς τὴν πολιορκίαν κατασκευάσασθαι, πάλιν ἀπέπλευσαν εἰς τὴν Κατάνην. πέμψαντες δʼ εἰς Ἀθήνας τινὰς ἔγραψαν πρὸς τὸν δῆμον ἐπιστολάς, ἐν αἷς ἠξίουν ἱππεῖς ἀποστεῖλαι καὶ χρήματα· πολυχρόνιον γὰρ ἔσεσθαι τὴν πολιορκίαν ὑπελάμβανον. οἱ δʼ Ἀθηναῖοι τριακόσια τάλαντα καὶ τῶν ἱππέων τινὰς ἐψηφίσαντο πέμπειν εἰς τὴν Σικελίαν. τούτων δὲ πραττομένων Διαγόρας ὁ κληθεὶς ἄθεος, διαβολῆς τυχὼν ἐπʼ ἀσεβείᾳ καὶ φοβηθεὶς τὸν δῆμον, ἔφυγεν ἐκ τῆς Ἀττικῆς· οἱ δʼ Ἀθηναῖοι τῷ ἀνελόντι Διαγόραν ἀργυρίου τάλαντον ἐπεκήρυξαν. κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς Αἴκους πόλεμον ἔχοντες Λαβικοὺς ἐξεπολιόρκησαν. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.