Ancient Greek
Book XV, Chapter 6
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 6.3-2
Not analysed yet
τῇ δʼ ὑστεραίᾳ τῶν φίλων παρακαλούντων συγγνώμην δοῦναι τῷ Φιλοξένῳ, διαλλαγεὶς αὐτῷ πάλιν τοὺς αὐτοὺς παρέλαβεν ἐπὶ τὸ συμπόσιον. προβαίνοντος δὲ τοῦ πότου, καὶ πάλιν τοῦ Διονυσίου καυχωμένου περὶ τῶν ἰδίων ποιημάτων, καί τινας στίχους τῶν δοκούντων ἐπιτετεῦχθαι προενεγκαμένου, καὶ ἐπερωτῶντος ποῖά τινά σοι φαίνεται τὰ ποιήματα ὑπάρχειν; ἄλλο μὲν οὐδὲν εἶπε, τοὺς δʼ ὑπηρέτας τοῦ Διονυσίου προσκαλεσάμενος ἐκέλευσεν αὑτὸν ἀπαγαγεῖν εἰς τὰς λατομίας.