Ancient Greek
Book XII, Chapter 61
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 61.1-2
Not analysed yet
Δημοσθένης δὲ στρατεύσας ἐπὶ Πύλον ἐπεβάλετο τοῦτο τὸ χωρίον τειχίσαι κατὰ τῆς Πελοποννήσου· ἔστι γὰρ ὀχυρόν τε διαφερόντως καὶ κείμενον ἐν τῇ Μεσσηνίᾳ, τῆς δὲ Σπάρτης ἀπέχον σταδίους τετρακοσίους. ἔχων δὲ τότε καὶ ναῦς πολλὰς καὶ στρατιώτας ἱκανούς, ἐν εἴκοσιν ἡμέραις ἐτείχισε τὴν Πύλον. Λακεδαιμόνιοι δὲ πυθόμενοι τὸν τειχισμὸν τῆς Πύλου συνήγαγον δύναμιν ἀξιόλογον οὐ μόνον πεζήν, ἀλλὰ καὶ ναυτικήν.