Ancient Greek · ~2 min
Book XIV, Chapter 61
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 61.2-2
Not analysed yet
Διονύσιος δὲ τὸ μὲν πρῶτον τοῖς παρακαλοῦσι πειθόμενος ἕτοιμος ἦν ἄγειν τὴν δύναμιν ἐπὶ Ἰμίλκωνα· ὡς δέ τινες τῶν φίλων ἔλεγον αὐτῷ, ὅτι κινδυνεύσει τὴν πόλιν ἀποβαλεῖν, ἐὰν Μάγων ἀναχθῇ μετὰ τοῦ στόλου παντὸς ἐπὶ Συρακουσῶν, εὐθέως μετενόησε· καὶ γὰρ τὴν Μεσσήνην ᾔδει τῷ παραπλησίῳ τρόπῳ τοῖς βαρβάροις ὑποχείριον γεγενημένην. ὥστε οὐκ ἀσφαλὲς εἶναι νομίζων ἔρημον ποιῆσαι τὴν πόλιν τῶν ἀμυνομένων, ἀνέζευξεν ἐπὶ Συρακουσῶν.