Ancient Greek · ~2 min
Book XI, Chapter 61
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 61.3
Not analysed yet
ταραχῆς δὲ μεγάλης γενομένης παρὰ τοῖς Πέρσαις, οἱ μὲν περὶ τὸν Κίμωνα πάντας τοὺς ἐντυγχάνοντας ἔκτειναν, καὶ τὸν μὲν στρατηγὸν τῶν βαρβάρων τὸν ἕτερον Φερενδάτην, ἀδελφιδοῦν τοῦ βασιλέως, ἐν τῇ σκηνῇ καταλαβόντες ἐφόνευσαν, τῶν δʼ ἄλλων οὓς μὲν ἔκτεινον, οὓς δὲ κατετραυμάτιζον, πάντας δὲ διὰ τὸ παράδοξον τῆς ἐπιθέσεως φεύγειν ἠνάγκασαν, καθόλου δʼ ἔκπληξις ἅμα καὶ ἄγνοια τοιαύτη κατεῖχε τοὺς Πέρσας, ὥσθʼ οἱ πλείους τοὺς ἐπιτιθεμένους αὐτοῖς οἵτινες ἦσαν οὐκ ἐγίνωσκον.