Ancient Greek · ~3 min
62.1 to 62.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 62.1-2-3
Not analysed yet
οἱ δʼ ἐν τῇ πόλει καταλειφθέντες διενυκτέρευον μὲν ἐν τοῖς ὅπλοις ἐπὶ τῶν τειχῶν· ἅμα δʼ ἡμέρᾳ τῶν Καρχηδονίων περιστρατοπεδευσάντων τὴν πόλιν καὶ πυκνὰς προσβολὰς ποιουμένων, οἱ καταλειφθέντες τῶν Ἱμεραίων ἀφειδῶς ἠγωνίζοντο, προσδοκῶντες τὴν τῶν νεῶν παρουσίαν. ἐκείνην μὲν οὖν τὴν ἡμέραν διεκαρτέρησαν, τῇ δʼ ὑστεραίᾳ τῶν τριήρων ἐπιφαινομένων ἤδη συνέβαινε τὸ μὲν τεῖχος πεσεῖν ὑπὸ τῶν μηχανῶν, τοὺς δʼ Ἴβηρας ἀθρόους παρεισπεσεῖν εἰς τὴν πόλιν. τῶν δὲ βαρβάρων οἱ μὲν ἠμύνοντο τοὺς παραβοηθοῦντας τῶν Ἱμεραίων, οἱ δὲ καταλαμβανόμενοι τὰ τείχη παρεδέχοντο τοὺς ἰδίους. κατὰ κράτος οὖν ἁλούσης τῆς πόλεως, ἐπὶ πολὺν χρόνον οἱ βάρβαροι πάντας ἐφόνευον τοὺς καταλαμβανομένους ἀσυμπαθῶς. τοῦ δʼ Ἀννίβα ζωγρεῖν παραγγείλαντος ὁ μὲν φόνος ἔληξεν, ἡ δʼ ἐκ τῶν οἰκιῶν εὐδαιμονία διεφορεῖτο.