Ancient Greek · ~2 min
Book XI, Chapter 62
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 62.3
Not analysed yet
ὁ δὲ δῆμος τῶν Ἀθηναίων δεκάτην ἐξελόμενος ἐκ τῶν λαφύρων ἀνέθηκε τῷ θεῷ, καὶ τὴν ἐπιγραφὴν ἐπὶ τὸ κατασκευασθὲν ἀνάθημα ἐνέγραψε τήνδε, ἐξ οὗ γʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐπέχει, οὐδέν πω τοιοῦτον ἐπιχθονίων γένετʼ ἀνδρῶν ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα. οἵδε γὰρ ἐν Κύπρῳ Μήδους πολλοὺς ὀλέσαντες Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει ἀνδρῶν πληθούσας, μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν πληγεῖσʼ ἀμφοτέραις χερσὶ κράτει πολέμου. Simonides fr. 103 (Diehl)