Ancient Greek · ~2 min
63.5 to 63.6
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 63.5-6
Not analysed yet
παραπλησίως δὲ καὶ τὴν ἄλλην χώραν ἅπασαν τὴν ὑπὸ Καρχηδονίους οὖσαν πορθῶν ἐπαίνου παρὰ τοῖς Σικελιώταις ἐτύγχανεν. εὐθὺ δὲ καὶ τῶν Συρακοσίων οἱ πλεῖστοι μετεμελήθησαν,ἀναξίως τῆς ἰδίας ἀρετῆς ὁρῶντες πεφυγαδευμένον τὸν Ἑρμοκράτην. διὸ καὶ περὶ αὐτοῦ πολλῶν λόγων γινομένων ἐν ταῖς ἐκκλησίαις, ὁ μὲν δῆμος φανερὸς ἦν βουλόμενος καταδέχεσθαι τὸν ἄνδρα, ὁ δʼ Ἑρμοκράτης ἀκούων τὴν περὶ αὑτοῦ φήμην ἐν ταῖς Συρακούσαις παρεσκευάζετο πρὸς τὴν αὑτοῦ κάθοδον ἐπιμελῶς, εἰδὼς τοὺς ἀντιπολιτευομένους ἀντιπράξοντας. καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.