Ancient Greek
Book XI, Chapter 64
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 64.1
Not analysed yet
οἱ δὲ Μεσσήνιοι μετὰ τῶν Εἱλώτων συνταχθέντες τὸ μὲν πρῶτον ὥρμησαν ἐπὶ τὴν Σπάρτην, ὑπολαμβάνοντες αὐτὴν αἱρήσειν διὰ τὴν ἐρημίαν τῶν βοηθησόντων· ὡς δʼ ἤκουσαν τοὺς ὑπολελειμμένους μετʼ Ἀρχιδάμου τοῦ βασιλέως συντεταγμένους ἑτοίμους εἶναι πρὸς τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστησαν, καταλαβόμενοι δὲ τῆς Μεσσηνίας χωρίον ὀχυρόν, ἐκ τούτου τὴν ὁρμὴν ποιούμενοι κατέτρεχον τὴν Λακωνικήν.