Ancient Greek
66.3 to 66.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 66.3-4
Not analysed yet
οὐ μὴν ὁ Μίκυθός γε συνεχώρησεν, ἀλλὰ πάντα παραδοὺς ἀκριβῶς καὶ τὴν ἰδίαν οὐσίαν ἐνθέμενος εἰς πλοῖον ἐξέπλευσεν ἐκ τοῦ Ῥηγίου, προπεμπόμενος ὑπὸ τῆς τῶν ὄχλων εὐνοίας. οὗτος μὲν οὖν εἰς τὴν Ἑλλάδα κατάρας ἐν Τεγέαις τῆς Ἀρκαδίας κατεβίωσεν ἐπαινούμενος. Ἱέρων δʼ ὁ τῶν Συρακοσίων βασιλεὺς ἐτελεύτησεν ἐν τῇ Κατάνῃ, καὶ τιμῶν ἡρωικῶν ἔτυχεν, ὡς ἂν κτίστης γεγονὼς τῆς πόλεως. οὗτος μὲν οὖν ἄρξας ἔτη ἕνδεκα κατέλιπε τὴν βασιλείαν Θρασυβούλῳ τῷ ἀδελφῷ, ὃς ἦρξε Συρακοσίων ἐνιαυτὸν ἕνα.