Ancient Greek · ~2 min
66.3 to 66.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 66.3-2-4
Not analysed yet
διόπερ τῶν Λακεδαιμονίων ἐγκαταλείπεσθαι μελλόντων ὑπὸ τῶν Μεγαρέων, συνέβη τοὺς φρουροῦντας τὰ μακρὰ τείχη καταλιπεῖν, εἰς δὲ τὴν καλουμένην Νίσαιαν, ἥπερ ἐστὶν ἐπίνειον τῶν Μεγαρέων, καταφυγεῖν. περιταφρεύσαντες δὲ αὐτὴν οἱ Ἀθηναῖοι ἐπολιόρκουν· μετὰ δὲ ταῦτα ἐκ τῶν Ἀθηνῶν τεχνίτας προσλαβόμενοι περιετείχισαν τὴν Νίσαιαν. οἱ δὲ Πελοποννήσιοι φοβούμενοι μὴ κατὰ κράτος ἁλόντες ἀναιρεθῶσι, παρέδοσαν τὴν Νίσαιαν τοῖς Ἀθηναίοις καθʼ ὁμολογίαν. καὶ τὰ μὲν κατὰ τοὺς Μεγαρέας ἐν τούτοις ἦν.