# Βιβλιοθήκη Ἱστορική (Books 11-17) 70.1-3

Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17), 70.1 to 70.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diodorus-siculus/books-11-17/70.1

ἀμφοτέρων δὲ προθύμως ὡρμημένων παρετάχθησαν αἱ δυνάμεις τόνδε τὸν τρόπον. παρὰ τοῖς Βοιωτοῖς ἐτάχθησαν ἐπὶ τὸ δεξιὸν κέρας Θηβαῖοι, ἐπὶ δὲ τὸ εὐώνυμον Ὀρχομένιοι, τὴν δὲ μέσην ἀνεπλήρουν φάλαγγα Βοιωτοί· προεμάχοντο δὲ πάντων οἱ παρʼ ἐκείνοις ἡνίοχοι καὶ παραβάται καλούμενοι, ἄνδρες ἐπίλεκτοι τριακόσιοι. Ἀθηναῖοι δὲ διατάττοντες ἔτι τὴν δύναμιν ἠναγκάσθησαν συνάψαι μάχην. γενομένης δὲ τῆς παρατάξεως ἰσχυρᾶς, τὸ μὲν πρῶτον οἱ τῶν Ἀθηναίων ἱππεῖς ἀγωνιζόμενοι λαμπρῶς ἠνάγκασαν φυγεῖν τοὺς ἀντιστάντας ἱππεῖς· μετὰ δὲ ταῦτα τῶν πεζῶν διαγωνισαμένων οἱ ταχθέντες κατὰ τοὺς Θηβαίους Ἀθηναῖοι βιασθέντες ἐτράπησαν, οἱ δὲ λοιποὶ τοὺς ἄλλους Βοιωτοὺς τρεψάμενοι καὶ συχνοὺς ἀνελόντες ἐφʼ ἱκανὸν τόπον ἐδίωξαν. οἱ δὲ Θηβαῖοι, διαφέροντες ταῖς τῶν σωμάτων ῥώμαις, ἐπέστρεψαν ἀπὸ τοῦ διωγμοῦ, καὶ τοῖς διώκουσι τῶν Ἀθηναίων ἐπιπεσόντες φυγεῖν ἠνάγκασαν· ἐπιφανεῖ δὲ μάχῃ νικήσαντες μεγάλην ἀπηνέγκαντο δόξαν πρὸς ἀνδρείαν.

---

Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17), ed. C. H. Oldfather, Charles L. Sherman, C. Bradford Welles. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0060.tlg001.local001/.
