Ancient Greek
71.1 to 71.2
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 71.1-3-2
Not analysed yet
ἥψατο μὲν οὖν ἡ νόσος πρῶτον τῶν Λιβύων, ἐξ ὧν πολλῶν ἀποθνησκόντων τὸ μὲν πρῶτον ἔθαπτον τοὺς τετελευτηκότας, μετὰ δὲ ταῦτα διά τε τὸ πλῆθος τῶν νεκρῶν καὶ διὰ τὸ τοὺς νοσοκομοῦντας ὑπὸ τῆς νόσου διαρπάζεσθαι, οὐδεὶς ἐτόλμα προσιέναι τοῖς κάμνουσιν. παραιρεθείσης οὖν καὶ τῆς θεραπείας ἀβοήθητος ἦν ἡ συμφορά. διὰ γὰρ τὴν τῶν ἀθάπτων δυσωδίαν καὶ τὴν ἀπὸ τῶν ἑλῶν σηπεδόνα πρῶτον μὲν ἤρχετο τῆς νόσου κατάρρους, μετὰ δὲ ταῦτʼ ἐγίνετο περὶ τὸν τράχηλον οἰδήματα· ἐκ δὲ τοῦ κατʼ ὀλίγον ἠκολούθουν πυρετοὶ καὶ περὶ τὴν ῥάχιν νεύρων πόνοι καὶ τῶν σκελῶν βαρύτητες· εἶτʼ ἐπεγίνοντο δυσεντερία καὶ φλύκταιναι περὶ τὴν ἐπιφάνειαν ὅλην τοῦ σώματος.