Ancient Greek · ~3 min
71.2 to 71.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 71.2-3
Not analysed yet
ὁ δʼ Ἀντίοχος ὢν τῇ φύσει πρόχειρος, καὶ σπεύδων διʼ ἑαυτοῦ τι πρᾶξαι λαμπρόν, τῶν μὲν Ἀλκιβιάδου λόγων ἠμέλησε, δέκα δὲ ναῦς τὰς ἀρίστας πληρώσας, καὶ τὰς ἄλλας τοῖς τριηράρχοις παραγγείλας ἑτοίμας ἔχειν, ἂν ἦ χρεία ναυμαχεῖν, ἐπέπλευσε τοῖς πολεμίοις, προκαλεσόμενος εἰς ναυμαχίαν. ὁ δὲ Λύσανδρος πεπυσμένος παρά τινων αὐτομόλων τὴν ἄφοδον Ἀλκιβιάδου καὶ τῶν ἀρίστων μετʼ αὐτοῦ στρατιωτῶν, καιρὸν εἶναι διέλαβε πρᾶξαί τι τῆς Σπάρτης ἄξιον. διόπερ πάσαις ταῖς ναυσὶν ἀνταναχθεὶς μίαν μὲν τὴν προπλέουσαν τῶν δέκα, καθʼ ἣν Ἀντίοχος ἦν ἀντιτεταγμένος, κατέδυσε, τὰς δʼ ἄλλας τρεψάμενος ἐδίωξε, μέχρις οὗ τὰς ἄλλας πληρώσαντες οἱ τριήραρχοι τῶν Ἀθηναίων παρεβοήθησαν ἐν οὐδεμιᾷ τάξει.