# Βιβλιοθήκη Ἱστορική (Books 11-17) 72.1-2-6

Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17), 72.1 to 72.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diodorus-siculus/books-11-17/72.1-2

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀμεινίου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Γάιον Παπίριον καὶ Λεύκιον Ἰούνιον. ἐπὶ δὲ τούτων Σκιωναῖοι μὲν καταφρονήσαντες τῶν Ἀθηναίων διὰ τὴν περὶ τὸ Δήλιον ἧτταν, ἀπέστησαν πρὸς τοὺς Λακεδαιμονίους καὶ τὴν πόλιν παρέδωκαν Βρασίδᾳ τῷ στρατηγοῦντι τῶν ἐπὶ Θρᾴκης Λακεδαιμονίων. ἐν δὲ τῇ Λέσβῳ μετὰ τὴν ἅλωσιν τῆς Μυτιλήνης ὑπʼ Ἀθηναίων οἱ πεφευγότες ἐκ τῆς ἁλώσεως πολλοὶ τὸν ἀριθμὸν ὄντες καὶ πάλαι μὲν ἐπεχείρουν κατελθεῖν εἰς τὴν Λέσβον, τότε δὲ συστραφέντες Ἄντανδρον κατέλαβον, κἀκεῖθεν ὁρμώμενοι διεπολέμουν τοῖς κατέχουσι τὴν Μυτιλήνην Ἀθηναίοις. ἐφʼ οἷς παροξυνθεὶς ὁ δῆμος τῶν Ἀθηναίων ἐξέπεμψε στρατηγοὺς μετὰ δυνάμεως ἐπʼ αὐτοὺς Ἀριστείδην καὶ Σύμμαχον. οὗτοι δὲ καταπλεύσαντες εἰς τὴν Λέσβον καὶ προσβολὰς ποιησάμενοι συνεχεῖς εἷλον τὴν Ἄντανδρον, καὶ τῶν φυγάδων τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ἐκ τῆς πόλεως ἐξέβαλον, αὐτοὶ δὲ φρουρὰν ἀπολιπόντες τὴν φυλάξουσαν τὸ χωρίον ἀπέπλευσαν ἐκ τῆς Λέσβου. μετὰ δὲ ταῦτα Λάμαχος ὁ στρατηγὸς ἔχων δέκα τριήρεις ἔπλευσεν εἰς τὸν Πόντον, καὶ καθορμισθεὶς εἰς Ἡράκλειαν περὶ τὸν ποταμὸν τὸν ὀνομαζόμενον Κάλητα πάσας τὰς ναῦς ἀπέβαλε· μεγάλων γὰρ ὄμβρων καταρραγέντων, καὶ τοῦ ποταμοῦ βίαιον τὴν καταφορὰν τοῦ ῥεύματος ποιησαμένου, τὰ σκάφη κατά τινας τραχεῖς τόπους προσπεσόντα τῇ γῇ διεφθάρη. Ἀθηναῖοι δὲ πρὸς Λακεδαιμονίους σπονδὰς ἐνιαυσίους ἐποιήσαντο κατὰ ταύτας τὰς ὁμολογίας, ὥστʼ ἔχειν ἑκατέρους ὧν τότε κύριοι καθειστήκεσαν. συνιόντες δὲ πολλάκις εἰς λόγους ᾤοντο δεῖν καταλῦσαι τὸν πόλεμον καὶ εἰς τέλος παύσασθαι τῆς πρὸς ἀλλήλους φιλοτιμίας· Λακεδαιμόνιοι δὲ ἔσπευδον ἀπολαβεῖν τοὺς ἐν τῇ Σφακτηρίᾳ γενομένους αἰχμαλώτους. τῶν δὲ σπονδῶν τὸν εἰρημένον τρόπον συντελεσθεισῶν, περὶ μὲν τῶν ἄλλων αὐτοῖς ὁμολογούμενα πάντα ὑπῆρξε, περὶ δὲ τῆς Σκιώνης ἠμφισβήτουν ἀμφότεροι. γενομένης δὲ μεγάλης φιλοτιμίας τὰς σπονδὰς κατελύσαντο, περὶ δὲ τῆς Σκιώνης διεπολέμουν πρὸς ἀλλήλους.

---

Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17), ed. C. H. Oldfather, Charles L. Sherman, C. Bradford Welles. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0060.tlg001.local001/.
