Ancient Greek · ~2 min
Book XII, Chapter 75
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 75.4
Not analysed yet
εὐλόγως δʼ ὑπωπτεύθησαν αἱ πόλεις συμφρονεῖν κατὰ τῆς Ἑλλάδος διὰ τὸ προσγεγράφθαι ταῖς κοιναῖς συνθήκαις· ἐξεῖναι Ἀθηναίοις καὶ Λακεδαιμονίοις, ὅπερ ἂν δοκῇ ταύταις ταῖς πόλεσι, προσγράφειν ταῖς συνθήκαις καὶ ἀφαιρεῖν ἀπὸ τῶν συνθηκῶν. χωρὶς δὲ τούτων Ἀθηναῖοι μὲν διὰ ψηφίσματος ἔδωκαν δέκα ἀνδράσιν ἐξουσίαν ἔχειν βουλεύεσθαι περὶ τῶν τῇ πόλει συμφερόντων· τὸ παραπλήσιον δὲ καὶ τῶν Λακεδαιμονίων πεποιηκότων φανερὰν συνέβη γενέσθαι τῶν δύο πόλεων τὴν πλεονεξίαν.