Ancient Greek · ~2 min
75.8 to 75.9
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 75.8-9
Not analysed yet
οἱ δὲ Συρακόσιοι τὸ γεγενημένον ἀκούσαντες σὺν τοῖς ὅπλοις ἦλθον εἰς τὴν ἀγοράν, καθʼ ἣν μετὰ πολλοῦ πλήθους ἐπιφανέντες τόν τε Ἑρμοκράτην καὶ τῶν συμπραττόντων αὐτῷ τοὺς πλείστους ἀπέκτειναν. τοὺς δὲ ἀπὸ τῆς μάχης διασωθέντας μεθιστάντες εἰς κρίσιν φυγῇ κατεδίκαζον· διόπερ τινὲς αὐτῶν πολλοῖς περιπεσόντες τραύμασιν ὡς τετελευτηκότες ὑπὸ τῶν συγγενῶν παρεδόθησαν, ὅπως μὴ τῇ τοῦ πλήθους ὀργῇ παραδοθῶσιν, ὧν ἦν καὶ Διονύσιος ὁ μετὰ ταῦτα τῶν Συρακοσίων τυραννήσας.