Ancient Greek · ~3 min
76.3 to 76.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 76.3-3-4
Not analysed yet
αὐτὸς δὲ ὁ στρατηγὸς ὁ ποιησάμενος σκηνὴν μὲν τὸ τοῦ Διὸς ἱερόν, πρόσοδον δὲ τὸν ἐκ τῶν ἱερῶν συληθέντα πλοῦτον, αἰσχρῶς μετʼ ὀλίγων εἰς Καρχηδόνα διέφυγεν, ὅπως μὴ τὸν ὀφειλόμενον τῇ φύσει θάνατον ἀποδοὺς ἀθῷος γένηται τῶν ἀσεβημάτων, ἀλλʼ ἐν τῇ πατρίδι περιβόητον ἔχῃ τὸν βίον ὑπὸ πάντων ὀνειδιζόμενος. εἰς τοσοῦτο δʼ ἦλθεν ἀτυχίας, ὥστε μετὰ τῆς εὐτελεστάτης ἐσθῆτος περιῄει τοὺς κατὰ τὴν πόλιν ναοὺς κατηγορῶν τῆς ἰδίας ἀσεβείας καὶ περὶ τῶν εἰς θεοὺς ἁμαρτημάτων ὁμολογουμένην διδοὺς τιμωρίαν τῷ δαιμονίῳ. τὸ δὲ τέλος ἑαυτοῦ καταγνοὺς θάνατον ἀπεκαρτέρησε, πολλὴν τοῖς πολίταις ἀπολιπὼν δεισιδαιμονίαν· εὐθὺ γὰρ καὶ τἄλλα τὰ πρὸς τὸν πόλεμον αὐτοῖς ἡ τύχη συνήθροισεν.