Ancient Greek · ~3 min
77.1 to 77.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 77.1-2-3
Not analysed yet
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀστυφίλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Κοΐντιον καὶ Αὖλον Σεμπρώνιον, Ἠλεῖοι δʼ ἤγαγον Ὀλυμπιάδα ἐνενηκοστήν, καθʼ ἣν ἐνίκα στάδιον Ὑπέρβιος Συρακόσιος. ἐπὶ δὲ τούτων Ἀθηναῖοι μὲν κατά τινα χρησμὸν Δηλίοις ἀπέδοσαν τὴν νῆσον, καὶ κατῆλθον εἰς τὴν πατρίδα οἱ τὸ Ἀδραμύτιον οἰκοῦντες Δήλιοι. τῶν δὲ Ἀθηναίων οὐκ ἀποδόντων Λακεδαιμονίοις τὴν Πύλον, πάλιν αἱ πόλεις αὗται πρὸς ἀλλήλας διεφέροντο καὶ πολεμικῶς εἶχον. ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν Ἀργείων ἔπεισε τοὺς Ἀθηναίους φιλίαν συνθέσθαι πρὸς τοὺς Ἀργείους. αὐξομένης δὲ τῆς διαφορᾶς, οἱ μὲν Λακεδαιμόνιοι τοὺς Κορινθίους ἔπεισαν ἐγκαταλιπεῖν τὴν κοινὴν σύνοδον καὶ συμμαχεῖν τοῖς Λακεδαιμονίοις. τοιαύτης δὲ ταραχῆς γενομένης καὶ ἀναρχίας οὔσης, τὰ κατὰ τὴν Πελοπόννησον ἐν τούτοις ἦν.