Ancient Greek
Book XI, Chapter 78
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 78.5
Not analysed yet
ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Σικελίαν Δουκέτιος ὁ τῶν Σικελῶν βασιλεὺς, ὠνομασμένος τὸ γένος, ἰσχύων δὲ κατʼ ἐκείνους τοὺς χρόνους, Μέναινον μὲν πόλιν ἔκτισε καὶ τὴν σύνεγγυς χώραν τοῖς κατοικισθεῖσι διεμέρισε, στρατευσάμενος δʼ ἐπὶ πόλιν ἀξιόλογον Μοργαντῖναν, καὶ χειρωσάμενος αὐτήν, δόξαν ἀπηνέγκατο παρὰ τοῖς ὁμοεθνέσι.