Ancient Greek · ~4 min
8.1 to 8.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 8.1-3-3
Not analysed yet
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δεξιθέου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Λουκρήτιον καὶ Σερούιον Σουλπίκιον. ἐπὶ δὲ τούτων Εὐαγόρας μὲν ὁ τῶν Σαλαμινίων βασιλεὺς ἧκεν εἰς Κύπρον ἐξ Αἰγύπτου, κομίζων χρήματα παρὰ Ἀκόριδος τοῦ βασιλέως Αἰγύπτου ἐλάττονα τῶν προσδοκηθέντων. καταλαβὼν δὲ τὴν Σαλαμῖνα πολιορκουμένην ἐνεργῶς, καὶ ὑπὸ τῶν συμμάχων καταλειπόμενος, ἠναγκάσθη πρεσβεῦσαι περὶ συλλύσεως. ὁ δὲ Τιρίβαζος τῶν ὅλων ἔχων τὴν ἡγεμονίαν ἔφησε συγχωρῆσαι τὴν σύλλυσιν, ἐὰν Εὐαγόρας ἐκχωρήσῃ πασῶν τῶν κατὰ τὴν Κύπρον πόλεων, αὐτῆς δὲ μόνης τῆς Σαλαμῖνος βασιλεύων τελῇ τῷ Περσῶν βασιλεῖ κατʼ ἐνιαυτὸν φόρον ὡρισμένον καὶ ποιῇ τὸ προσταττόμενον ὡς δοῦλος δεσπότῃ. ὁ δʼ Εὐαγόρας, καίπερ βαρείας οὔσης τῆς αἱρέσεως, τὰ μὲν ἄλλα πάντα συνεχώρει, τὸ δʼ ὡς δοῦλον δεσπότῃ ποιεῖν τὸ προσταττόμενον ἀντέλεγεν, ἔφη δὲ αὑτὸν ὡς βασιλέα βασιλεῖ δεῖν ὑποτετάχθαι. οὐ συγχωροῦντος δὲ τοῦ Τιριβάζου, Ὀρόντης ὁ ἕτερος στρατηγός, φθονῶν τῇ δόξῃ τοῦ Τιριβάζου, γράμματα λάθρᾳ πρὸς τὸν Ἀρταξέρξην ἔπεμψε κατὰ τοῦ Τιριβάζου.