Ancient Greek · ~2 min
Book XIV, Chapter 80
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 80.1-3
Not analysed yet
μετὰ δὲ ταῦτα Ἀγησίλαος μὲν ἐξαγαγὼν τὴν δύναμιν εἰς τὸ Καΰστρου πεδίον καὶ τὴν περὶ Σίπυλον χώραν, ἐδῄωσε τὰς τῶν ἐγχωρίων κτήσεις· Τισσαφέρνης δὲ μυρίους μὲν ἱππεῖς, πεντακισμυρίους δὲ πεζοὺς ἀθροίσας, ἐπηκολούθει τοῖς Λακεδαιμονίοις καὶ τοὺς ἀποσπωμένους τῆς τάξεως ἐν ταῖς προνομαῖς ἀνῄρει. Ἀγησίλαος δὲ εἰς πλινθίον συντάξας τοὺς στρατιώτας ἀντείχετο τῆς παρὰ τὸν Σίπυλον παρωρείας, ἐπιτηρῶν καιρὸν εὔθετον εἰς τὴν τῶν πολεμίων ἐπίθεσιν.