Ancient Greek
80.4 to 80.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 80.4-5
Not analysed yet
οἱ δὲ περὶ τὸν Ἀγησίλαον μέχρι μέν τινος ἐπιδιώξαντες ἀνεῖλαν μὲν ὑπὲρ τοὺς ἑξακισχιλίους, αἰχμαλώτων δὲ πολὺ πλῆθος ἤθροισαν, τὴν δὲ παρεμβολὴν διήρπασαν, γέμουσαν πολλῶν ἀγαθῶν. ἀπὸ δὲ τῆς μάχης Τισσαφέρνης μὲν εἰς Σάρδεις ἀπεχώρησε καταπεπληγμένος τὴν τόλμαν τῶν Λακεδαιμονίων, Ἀγησίλαος δʼ ἐπεχείρησε μὲν εἰς τὰς ἄνω σατραπείας, ἐν δὲ τοῖς ἱεροῖς οὐ δυνάμενος καλλιερῆσαι πάλιν ἀπήγαγε τὴν δύναμιν ἐπὶ θάλατταν.