Ancient Greek
80.7 to 80.8
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 80.7-8
Not analysed yet
καταστήσας οὖν Τιθραύστην ἡγεμόνα, τούτῳ μὲν παρήγγειλε συλλαμβάνειν Τισσαφέρνην, πρὸς δὲ τὰς πόλεις καὶ τοὺς σατράπας ἔπεμψεν ἐπιστολὰς ὅπως πάντες τούτῳ ποιῶσι τὸ προσταττόμενον. ὁ δὲ Τιθραύστης παραγενόμενος εἰς Κολοσσὰς τῆς Φρυγίας συνέλαβε τὸν Τισσαφέρνην διά τινος Ἀριαίου σατράπου λουόμενον, καὶ τὴν κεφαλὴν ἀποκόψας ἀπέστειλε πρὸς τὸν βασιλέα· αὐτὸς δὲ τὸν Ἀγησίλαον πείσας εἰς λόγους ἐλθεῖν ἑξαμηνιαίους ἀνοχὰς ἐποιήσατο.