Ancient Greek
81.1 to 81.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 81.1-4
Not analysed yet
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Μνησιθείδης, ἐν Ῥώμῃ δʼ ὕπατοι κατεστάθησαν Λούκιος Λουκράτιος καὶ Τίτος Οὐετούριος Κιχωρῖνος. ἐπὶ δὲ τούτων Θηβαῖοι μὲν τεταπεινωμένοι διὰ τὴν πρὸς Ξέρξην αὐτοῖς γενομένην συμμαχίαν, ἐζήτουν διʼ οὗ τρόπου δύναιντʼ ἂν ἀναλαβεῖν τὴν πάτριον ἰσχύν τε καὶ δόξαν. διὸ καὶ τῶν Βοιωτῶν ἁπάντων καταφρονούντων καὶ μηκέτι προσεχόντων τοῖς Θηβαίοις, ἠξίουν τοὺς Λακεδαιμονίους τῇ πόλει συμπεριποιῆσαι τὴν ὅλην ἡγεμονίαν τῆς Βοιωτίας· ἐπηγγέλλοντο δʼ αὐτοῖς ἀντὶ ταύτης τῆς χάριτος ἰδίᾳ πολεμήσειν τοῖς Ἀθηναίοις, ὥστε μηδεμίαν ἀνάγκην εἶναι τοῖς Σπαρτιάταις ἐκτὸς τῆς Πελοποννήσου δύναμιν ἐξαγαγεῖν πεζήν. οἱ δὲ Λακεδαιμόνιοι κρίναντες συμφέροντα λέγειν αὐτούς, καὶ νομίζοντες τὰς Θήβας, ἐὰν αὐξήσωσιν, ἔσεσθαι τῆς τῶν Ἀθηναίων ὥσπερ ἀντίπαλόν τινα· διόπερ ἔχοντες τότε περὶ Τάναγραν ἕτοιμον καὶ μέγα στρατόπεδον, τῆς μὲν τῶν Θηβαίων πόλεως μείζονα τὸν περίβολον κατεσκεύασαν, τὰς δʼ ἐν Βοιωτίᾳ πόλεις ἠνάγκασαν ὑποτάττεσθαι τοῖς Θηβαίοις. οἱ δὲ Ἀθηναῖοι τὴν ἐπιβολὴν τῶν Λακεδαιμονίων διακόψαι σπεύδοντες, δύναμιν ἀξιόλογον συνεστήσαντο, καὶ στρατηγὸν εἵλοντο Μυρωνίδην τὸν Καλλίου. οὗτος δὲ καταλέξας τῶν πολιτῶν τοὺς ἱκανοὺς παρήγγειλεν αὐτοῖς, ἐκθέμενος ἡμέραν ἐν ᾗ τὴν ἐκ τῆς πόλεως ἀνάζευξιν ἤμελλε ποιεῖσθαι.