Ancient Greek
81.2 to 81.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 81.2-4
Not analysed yet
Ἀθηναῖοι δʼ ἑλόμενοι στρατηγὸν Ἀλκιβιάδην, καὶ δόντες αὐτῷ ναῦς εἴκοσι, προσέταξαν συγκατασκευάσαι τοῖς Ἀργείοις τὰ κατὰ τὴν πολιτείαν· ἔτι γὰρ ἦσαν ἐν ταραχαῖς διὰ τὸ πολλοὺς ὑπολελεῖφθαι τῶν τὴν ἀριστοκρατίαν αἱρουμένων. ὁ δʼ οὖν Ἀλκιβιάδης καταντήσας εἰς τὴν τῶν Ἀργείων πόλιν, καὶ συνεδρεύσας μετὰ τῶν τὴν δημοκρατίαν προκρινόντων, ἐπέλεξε τῶν Ἀργείων τοὺς μάλιστα δοκοῦντας τὰ τῶν Λακεδαιμονίων αἱρεῖσθαι· μεταστησάμενος δὲ τούτους ἐκ τῆς πόλεως, καὶ συγκατασκευάσας βεβαίως τὴν δημοκρατίαν, ἀπέπλευσεν εἰς τὰς Ἀθήνας. τούτου δὲ τοῦ ἔτους λήγοντος Λακεδαιμόνιοι μετὰ πολλῆς δυνάμεως ἐμβαλόντες εἰς τὴν Ἀργείαν, καὶ πολλὴν τῆς χώρας δῃώσαντες, τοὺς φυγάδας τῶν Ἀργείων κατῴκισαν εἰς Ὀρνεάς· ἐπιτειχίσαντες δὲ τοῦτο τὸ χωρίον ἐπὶ τῆς Ἀργείας, καὶ φρουροὺς τοὺς ἱκανοὺς ἀπολιπόντες, προσέταξαν κακοποιεῖν τοὺς Ἀργείους.