Ancient Greek · ~3 min
82.8 to 82.10
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 82.8-10
Not analysed yet
καταστρατοπεδεύοντος δʼ αὐτοῦ εἰς Νάρυκα τῆς Λοκρίδος, ἐξ ἧς φασι τὸν Αἴαντα γεγενῆσθαι, τὸ πλῆθος τῶν Φωκέων ἀπήντησε μετὰ τῶν ὅπλων, τὴν ἡγεμονίαν ἔχοντος Ἀλκισθένους τοῦ Λάκωνος. γενομένης δὲ μάχης ἐπὶ πολὺν χρόνον ἰσχυρᾶς ἐκράτησαν οἱ Βοιωτοί, καὶ μέχρι νυκτὸς διώξαντες τοὺς φεύγοντας ἀνεῖλον οὐ πολὺ λείποντας τῶν χιλίων, τῶν δʼ ἰδίων ἀπέβαλον ἐν τῇ μάχῃ περὶ πεντακοσίους. μετὰ δὲ τὴν παράταξιν ἀμφότεροι μὲν διέλυσαν τὸ στρατόπεδον εἰς τὰς ἰδίας πατρίδας· οἱ δʼ εἰς Κόρινθον τὸ συνέδριον ἀγαγόντες, ἐπεὶ κατὰ νοῦν αὐτοῖς προεχώρει τὰ πράγματα, συνήγαγον ἐξ ἁπασῶν τῶν πόλεων στρατιώτας εἰς Κόρινθον, πεζοὺς μὲν πλείους μυρίων πεντακισχιλίων, ἱππεῖς δὲ περὶ πεντακοσίους.