# Library of History 83

Diodorus Siculus, Library of History, Book XI, Chapter 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diodorus-siculus/books-11-17/83
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/diodorus-siculus/books-11-17/83
CTS URN: urn:cts:greekLit:tlg0060.tlg001:83

οἱ δὲ Βοιωτοὶ παροξυνθέντες ἐπὶ τῇ διαφθορᾷ τῆς χώρας, συνεστράφησαν πανδημεί, καὶ στρατεύσαντες ἤθροισαν μεγάλην δύναμιν. γενομένης δὲ μάχης ἐν Οἰνοφύτοις τῆς Βοιωτίας, καὶ τὸ δεινὸν ἀμφοτέρων ταῖς ψυχαῖς ἐρρωμένως ὑπομενόντων, διημέρευσαν ἐν τῇ μάχῃ· μόγις δὲ τῶν Ἀθηναίων τρεψαμένων τοὺς Βοιωτούς, ὁ Μυρωνίδης πασῶν τῶν κατὰ τὴν Βοιωτίαν πόλεων ἐγκρατὴς ἐγένετο πλὴν Θηβῶν. μετὰ δὲ ταῦτα ἐκ τῆς Βοιωτίας ἀναζεύξας ἐστράτευσεν ἐπὶ Λοκροὺς τοὺς ὀνομαζομένους Ὀπουντίους. τούτους δὲ ἐξ ἐφόδου χειρωσάμενος, καὶ λαβὼν ὁμήρους, ἐνέβαλεν εἰς τὴν Παρνασίαν. παραπλησίως δὲ τοῖς Λοκροῖς καὶ τοὺς Φωκεῖς καταπολεμήσας, καὶ λαβὼν ὁμήρους, ἀνέζευξεν εἰς τὴν Θετταλίαν, ἐγκαλῶν μὲν περὶ τῆς γενομένης προδοσίας, προστάττων δὲ καταδέχεσθαι τοὺς φυγάδας· τῶν δὲ Φαρσαλίων οὐ προσδεχομένων, ἐπολιόρκει τὴν πόλιν. ἐπεὶ δὲ τὴν μὲν πόλιν οὐκ ἠδύνατο βίᾳ χειρώσασθαι, τὴν δὲ πολιορκίαν πολὺν χρόνον ὑπέμενον οἱ Φαρσάλιοι, τὸ τηνικαῦτα ἀπογνοὺς τὰ κατὰ τὴν Θετταλίαν ἐπανῆλθεν εἰς τὰς Ἀθήνας. Μυρωνίδης μὲν οὖν ἐν ὀλίγῳ χρόνῳ μεγάλας πράξεις ἐπιτελεσάμενος περιβόητον ἔσχε τὴν δόξαν παρὰ τοῖς πολίταις. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

---

Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17), ed. C. H. Oldfather, Charles L. Sherman, C. Bradford Welles. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0060.tlg001.local001/.
