Ancient Greek
84.1 to 84.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 84.1-3-3
Not analysed yet
Ἀγησίλαος δὲ προσλαβόμενος ἐκ Πελοποννήσου στρατιώτας, ἐπειδὴ μετὰ τῆς δυνάμεως ἐπέβαινεν εἰς Βοιωτίαν, εὐθὺς οἱ Βοιωτοὶ μετὰ τῶν συμμάχων ἀπήντησαν εἰς Κορώνειαν. γενομένης δὲ παρατάξεως Θηβαῖοι μὲν τὸ καθʼ αὑτοὺς μέρος τρεψάμενοι μέχρι τῆς παρεμβολῆς κατεδίωξαν, οἱ δʼ ἄλλοι μικρὸν ἀντισχόντες χρόνον ὑπʼ Ἀγησιλάου καὶ τῶν ἄλλων φυγεῖν ἠναγκάσθησαν. διὸ καὶ νενικηκέναι τῇ μάχῃ Λακεδαιμόνιοι διαλαβόντες ἔστησαν τρόπαιον καὶ τοὺς νεκροὺς τοῖς πολεμίοις ὑποσπόνδους ἀπέδωκαν. ἀπέθανον δὲ τῶν Βοιωτῶν καὶ τῶν συμμάχων πλείους τῶν ἑξακοσίων, Λακεδαιμονίων δὲ καὶ τῶν συναγωνισαμένων τριακόσιοι πεντήκοντα· καὶ αὐτὸς Ἀγησίλαος πολλοῖς περιπεπτωκὼς τραύμασιν εἰς Δελφοὺς ἐκομίσθη, κἀκεῖ τὴν ἐπιμέλειαν τοῦ σώματος ἐποιεῖτο. Φαρνάβαζος δὲ καὶ Κόνων μετὰ τὴν ναυμαχίαν ἀνήχθησαν ἁπάσαις ταῖς ναυσὶν ἐπὶ τοὺς τῶν Λακεδαιμονίων συμμάχους. καὶ πρῶτον μὲν Κῴους ἀπέστησαν, εἶτα Νισυρίους καὶ Τηίους. μετὰ δὲ ταῦτα Χῖοι τὴν φρουρὰν ἐκβαλόντες προσέθεντο τοῖς περὶ Κόνωνα· παραπλησίως δὲ μετέβαλον καὶ Μιτυληναῖοι καὶ Ἐφέσιοι καὶ Ἐρυθραῖοι.