Ancient Greek · ~3 min
84.5 to 84.7
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 84.5-2-7
Not analysed yet
εὐθὺ δὲ ταύτης ἐξ ἐφόδου κυριεύσαντες τοὺς μὲν Κυθηρίους ὑποσπόνδους ἐξέπεμψαν εἰς τὴν Λακωνικήν, αὐτοὶ δὲ καταλιπόντες τῆς πόλεως τὴν ἱκανὴν φρουρὰν ἔπλεον ἐπὶ Κορίνθου. ἐκεῖ δὲ καταπλεύσαντες τοῖς συνέδροις διελέχθησαν ὑπὲρ ὧν ἤθελον, καὶ συμμαχίαν ποιησάμενοι τούτοις μὲν χρήματα κατέλιπον, αὐτοὶ δʼ εἰς τὴν Ἀσίαν ἐξέπλευσαν. περὶ δὲ τὸν αὐτὸν χρόνον Ἀέροπος ὁ τῶν Μακεδόνων βασιλεὺς ἐτελεύτησε νόσῳ, βασιλεύσας ἔτη ἕξ· τὴν δʼ ἡγεμονίαν διαδεξάμενος Παυσανίας υἱὸς ἦρξεν ἐνιαυτόν. Θεόπομπος δʼ ὁ Χῖος τὴν τῶν Ἑλληνικῶν σύνταξιν κατέστροφεν εἰς τοῦτον τὸν ἐνιαυτὸν καὶ εἰς τὴν περὶ Κνίδον ναυμαχίαν, γράψας βύβλους δώδεκα. ὁ δὲ συγγραφεὺς οὗτος ἦρκται μὲν ἀπὸ τῆς περὶ Κυνὸς σῆμα ναυμαχίας, εἰς ἣν Θουκυδίδης κατέληξε τὴν πραγματείαν, ἔγραψε δὲ χρόνον ἐτῶν δεκαεπτά.