Ancient Greek
86.1 to 86.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 86.1-3-3
Not analysed yet
ἐν δὲ τῇ Κορίνθῳ τινὲς τῶν ἐπιθυμούντων δημοκρατίας συστραφέντες ἀγώνων ὄντων ἐν τῷ θεάτρῳ φόνον ἐποίησαν καὶ στάσεως ἐπλήρωσαν τὴν πόλιν· συνεπιλαβομένων δὲ αὐτοῖς τῆς τόλμης Ἀργείων, ἑκατὸν μὲν καὶ εἴκοσι τῶν πολιτῶν ἀπέσφαξαν, πεντακοσίους δʼ ἐφυγάδευσαν. Λακεδαιμονίων δὲ παρασκευαζομένων κατάγειν καὶ δύναμιν ἀθροιζόντων, Ἀθηναῖοι καὶ Βοιωτοὶ παρεβοήθουν τοῖς σφαγεῦσιν, ὅπως τὴν πόλιν ἐξιδιοποιήσωνται. καὶ οἱ μὲν φυγάδες μετὰ Λακεδαιμονίων καὶ τῶν συμμάχων ἐπὶ τὸ Λέχαιον καὶ τὸν ναύσταθμον ἐπελθόντες νυκτὸς κατὰ κράτος εἷλαν· τῇ δʼ ὑστεραίᾳ τῶν ἐκ τῆς πόλεως ἐπεξελθόντων, ὧν Ἰφικράτης ἡγεῖτο, συνέβη γενέσθαι μάχην, ἐν ᾗ Λακεδαιμόνιοι νικήσαντες οὐκ ὀλίγους ἀπέκτειναν.