Ancient Greek · ~1 min
86.5 to 86.6
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 86.5-2-6
Not analysed yet
εὐθὺ δὲ τῶν Ἰσθμίων ἐπελθόντων διεφέροντο περὶ τῆς θέσεως τοῦ ἀγῶνος· καὶ πολλὰ φιλονεικησάντων ἐκράτησαν οἱ Λακεδαιμόνιοι καὶ τοὺς φυγάδας ἐποίησαν θεῖναι τὸν ἀγῶνα, τῶν δὲ κατὰ τὸν πόλεμον δεινῶν σχεδόν τι περὶ τὴν Κόρινθον γενομένων ὁ πόλεμος οὗτος ἐκλήθη Κορινθιακός, καὶ διέμεινεν ἔτη ὀκτώ.