Ancient Greek · ~2 min
Book XIII, Chapter 87
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 87.5-2
Not analysed yet
θορύβου δὲ καὶ πολλῆς κραυγῆς ἐπεχούσης τὴν ἐκκλησίαν, παρελθὼν Μένης ὁ Καμαριναῖος ἐφʼ ἡγεμονίας τεταγμένος κατηγόρησε τῶν Ἀκραγαντίνων στρατηγῶν καὶ πάντας οὕτω παρώξυνεν, ὥστε τῶν κατηγορουμένων ἐγχειρούντων ἀπολογεῖσθαι μηδένα προσδέχεσθαι τοὺς λόγους, καὶ τὸ πλῆθος ὁρμῆσαν ἐπὶ τὸ βάλλειν τοῖς λίθοις τέσσαρας αὐτῶν καταλεῦσαι, τὸν δὲ πέμπτον, Ἀργεῖον καλούμενον, τὴν δʼ ἡλικίαν παντελῶς ὄντα νεώτερον, ἀφεθῆναι· βλασφημίας δὲ τυγχάνειν καὶ τὸν Λακεδαιμόνιον Δέξιππον, ὅτι τεταγμένος ἐφʼ ἡγεμονίας καὶ δοκῶν εἶναι τῶν πολεμικῶν ἔργων οὐκ ἄπειρος τοῦτʼ ἔπραξε προδοσίας ἕνεκα.