Ancient Greek
88.3 to 88.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 88.3-4
Not analysed yet
μετὰ δὲ ταῦτα ἐλθὼν εἰς Χερρόνησον χιλίοις τῶν πολιτῶν κατεκληρούχησε τὴν χώραν. ἅμα δὲ τούτοις πραττομένοις Τολμίδης ὁ ἕτερος στρατηγὸς εἰς τὴν Εὔβοιαν παρελθὼν ἄλλοις χιλίοις πολίταις ταύτην καὶ τὴν τῶν Ναξίων γῆν διένειμε. κατὰ δὲ τὴν Σικελίαν Τυρρηνῶν λῃζομένων τὴν θάλατταν, οἱ Συρακόσιοι ναύαρχον ἑλόμενοι Φάϋλλον ἔπεμψαν εἰς τὴν Τυρρηνίαν. οὗτος δʼ ἐκπλεύσας τὸ μὲν πρῶτον νῆσον τὴν ὀνομαζομένην Αἰθάλειαν ἐπόρθησε, παρὰ δὲ τῶν Τυρρηνῶν λάθρᾳ χρήματα λαβών, ἀπέπλευσεν εἰς τὴν Σικελίαν οὐδὲν ἄξιον μνήμης διαπραξάμενος.