Ancient Greek · ~2 min
9.2 to 9.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 9.2-3
Not analysed yet
εὐθὺς οὖν οἱ μὲν ἄλλοι πάντες ἀπηλλάγησαν, ὁ δὲ Λεωνίδης μετὰ τῶν πολιτῶν ἡρωικὰς πράξεις καὶ παραδόξους ἐπετελέσατο. ὀλίγων δʼ ὄντων Λακεδαιμονίων, Θεσπιεῖς γὰρ μόνους παρακατέσχε, καὶ τοὺς σύμπαντας ἔχων οὐ πλείους τῶν πεντακοσίων, ἕτοιμος ἦν ὑποδέξασθαι τὸν ὑπὲρ τῆς Ἑλλάδος θάνατον. μετὰ δὲ ταῦτα οἱ μὲν μετὰ τοῦ Τραχινίου Πέρσαι περιελθόντες τὰς δυσχωρίας ἄφνω τοὺς περὶ τὸν Λεωνίδην ἀπέλαβον εἰς τὸ μέσον, οἱ δʼ Ἕλληνες τὴν μὲν σωτηρίαν ἀπογνόντες, τὴν δʼ εὐδοξίαν ἑλόμενοι, μιᾷ φωνῇ τὸν ἡγούμενον ἠξίουν ἄγειν ἐπὶ τοὺς πολεμίους, πρὶν ἢ γνῶναι τοὺς Πέρσας τὴν τῶν ἰδίων περίοδον.