Ancient Greek · ~3 min
94.1 to 94.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 94.1-2-3
Not analysed yet
ἐπεὶ δʼ ὁ ἐνιαύσιος διεληλύθει χρόνος, Ἀθήνησι μὲν ἦρχε Φιλοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν μετέλαβον ἓξ χιλίαρχοι, Πόπλιος καὶ Κορνήλιος, Καίσων Φάβιος, Λεύκιος Φούριος, Κόιντος Σερουίλιος, Μάρκος Οὐαλέριος· ἤχθη δὲ καὶ Ὀλυμπιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἑβδόμη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα Τερίρης. κατὰ δὲ τούτους τοὺς χρόνους Ἀθηναῖοι στρατηγὸν ἑλόμενοι Θρασύβουλον ἐξέπεμψαν μετὰ τριήρων τετταράκοντα. οὗτος δὲ πλεύσας εἰς Ἰωνίαν καὶ χρήματα λαβὼν παρὰ τῶν συμμάχων ἀνέζευξε, καὶ διατρίβων περὶ Χερρόνησον Μήδοκον καὶ Σεύθην τοὺς τῶν Θρᾳκῶν βασιλεῖς συμμάχους ἐποιήσατο. μετὰ δέ τινα χρόνον ἐξ Ἑλλησπόντου πλεύσας εἰς Λέσβον, ἐν τῷ παρὰ τὴν Ἔρεσον αἰγιαλῷ καθώρμει. ἐπιγενομένων δὲ πνευμάτων μεγάλων εἴκοσι μὲν καὶ τρεῖς τριήρεις διεφθάρησαν· μετὰ δὲ τῶν λοιπῶν διασωθεὶς ἐπῄει τὰς κατὰ τὴν Λέσβον πόλεις προσαγόμενος· ἀφειστήκεισαν γὰρ πᾶσαι πλὴν Μιτυλήνης.