Ancient Greek
94.2 to 94.4
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 94.2-4
Not analysed yet
διʼ ἣν δʼ αἰτίαν ταῦτα πράττουσιν, εἰδέναι μὲν καὶ πρότερον, νῦν δὲ σαφέστερον ἀνεγνωκέναι· Ἰμίλκωνα γὰρ πρὸς αὐτὸν ἀπεσταλκέναι κήρυκα, πρόφασιν μὲν ὑπὲρ τῶν αἰχμαλώτων, παρακαλεῖν δὲ—πλῆθος τῶν συναρχόντων περιποιησάμενον μηδὲν τῶν πραττομένων πολυπραγμονεῖν—μή γʼ ἀντιπράττειν, ἐπειδὴ συνεργεῖν οὐ προαιρεῖται. μηκέτʼ οὖν βούλεσθαι στρατηγεῖν, ἀλλὰ παρεῖναι τὴν ἀρχὴν ἀποθησόμενος· οὐ γὰρ ἀνεκτὸν εἶναι, τῶν ἄλλων πωλούντων τὴν πατρίδα, μόνον κινδυνεύειν μετὰ τῶν πολιτῶν ἅμα καὶ δόξειν μετεσχηκέναι τῆς προδοσίας. παροξυνθέντων δὲ ἐπὶ τοῖς ῥηθεῖσι καὶ τοῦ λόγου διὰ πάσης τῆς δυνάμεως ῥυέντος, τότε μὲν εἷς ἕκαστος ἀγωνιῶν εἰς οἶκον ἐχωρίσθη· τῇ δʼ ὑστεραίᾳ συναχθείσης ἐκκλησίας, ἐν ᾗ τῶν ἀρχόντων πολλὰ κατηγορήσας οὐ μετρίως εὐδοκίμησε, τὸν δὲ δῆμον κατὰ τῶν στρατηγῶν παρώξυνε.