Ancient Greek · ~1 min
98.4 to 98.5
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 98.4-2-5
Not analysed yet
οὗτος δὲ τὰς ἐν ταῖς ἄνω σατραπείαις πόλεις ἐπιπορευόμενος μεγάλαις δυνάμεσι διαβαίνει εἰς τὴν Κύπρον. τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς Φαλίσκους εἰρήνην ποιησάμενοι, πρὸς δὲ Αἰκίκλους πόλεμον τὸ τέταρτον, καὶ Σούτριον μὲν ᾤκισαν, ἐκ δὲ Οὐερρηγῖνος πόλεως ὑπὸ τῶν πολεμίων ἐξεβλήθησαν.