Ancient Greek · ~2 min
99.2 to 99.3
Diodorus Siculus, Βιβλιοθήκη Ἱστορική (Books 11-17) 99.2-3
Not analysed yet
οὗτος μὲν οὖν ὀκτακισχιλίους ἔχων στρατιώτας σὺν τοῖς κατὰ τὴν Ἀσίαν ἀθροισθεῖσιν ἐπῄει τὴν τοῦ βασιλέως χώραν φθείρων, Στρούθας δὲ σὺν ἵππῳ τε βαρβαρικῇ πολλῇ καὶ στρατιώταις ὁπλίταις μὲν πεντακισχιλίοις, ψιλοῖς δὲ πλείοσι δισμυρίων, οὐ μακρὰν τῶν Λακεδαιμονίων κατεστρατοπέδευσεν. τέλος δὲ τοῦ Θίβρωνος μετὰ μέρους τῆς δυνάμεως ἐξελθόντος καὶ πολλὴν περιβαλομένου λείαν, ἐπελθὼν ὁ Στρούθας τόν τε Θίβρωνα μαχόμενον ἀνεῖλε, καὶ τῶν στρατιωτῶν τοὺς μὲν πλείστους ἀπέκτεινε, τοὺς δʼ ἐζώγρησεν, ὀλίγοι δʼ εἰς τὸ Κνιδίνιον φρούριον διεσώθησαν.