# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 100

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΠΡΩΤΟΝ, Κεφ. ζ′. ΠΕΡΙΑΝΔΡΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/100

Περίανδρος Προκλεῖ “Ἐμὶν μὲν ἀκούσιον τᾶς δάμαρτος τὸ ἄγος· τὺ δὲ ἑκὼν τῷ παιδί με ἄπο θυμοῦ ποιήσαις ἀδικεῖς. ἢ ὦν παῦσον τὰν ἀπήνειαν τῶ παιδός, ἢ ἐγὼν τὺ ἀμυνοῦμαι. καὶ γὰρ δὴν καὶ αὐτὸς ποινὰς ἔτισα τὶν τᾷ θυγατρί, συγκατακαύσαις αὐτᾷ τὰ πασᾶν Κορινθιᾶν εἵματα. Ἔγραψε δὲ αὐτῷ καὶ Θρασύβουλος οὕτω· Θρασύβουλος Περιάνδρῳ “Τῷ μὲν κήρυκι σεῦ οὐδὲν ὑπεκρινάμην· ἀγαγὼν δὲ αὐτὸν ἐς λήϊον, τοὺς ὑπερφυέας τῶν ἀσταχύων ῥάβδῳ παίων ἀπεθέριζον, ὁμαρτέοντος ἐκείνου. καί σοι ἀναγγελέει εἰ ἐπέροιο, ὅ τι μευ ἀκούσειεν ἢ ἴδοι. σὺ δὲ ποίει οὕτως, ἤν γʼ ἐθέλῃς καρτύνασθαι τὴν αἰσυμνητίην· τοὺς ἐξόχους τῶν πολιτέων ἐξαίρειν, ἤν τέ τις ἐχθρός τοι φαίνηται, ἤν τε μή. ὕποπτος γὰρ ἀνδρὶ αἰσυμνήτῃ καὶ τῶν τις ἑτάρων.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
