# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 123-2

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. α′. ΖΗΝΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/123-2

ἀβλαβεῖς τʼ εἶναι· οὐ γὰρ ἄλλους βλάπτειν οὔθʼ αὑτούς. ἐλεήμονάς τε μὴ εἶναι συγγνώμην τʼ ἔχειν μηδενί· μὴ γὰρ παριέναι τὰς ἐκ τοῦ νόμου ἐπιβαλλούσας κολάσεις, ἐπεὶ τό γʼ εἴκειν καὶ ὁ ἔλεος αὐτή θʼ ἡ ἐπιείκεια οὐδένειά ἐστι ψυχῆς πρὸς κολάσεις προσποιουμένης χρηστότητα· μηδʼ οἴεσθαι σκληροτέρας αὐτὰς εἶναι. ἔτι τε τὸν σοφὸν οὐδὲν θαυμάζειν τῶν δοκούντων παραδόξων, οἷον Χαρώνεια καὶ ἀμπώτιδας καὶ πηγὰς θερμῶν ὑδάτων καὶ πυρὸς ἀναφυσήματα. ἀλλὰ μὴν οὐδʼ ἐν ἐρημίᾳ, φασί, βιώσεται ὁ σπουδαῖος· κοινωνικὸς γὰρ φύσει καὶ πρακτικός. τὴν μέντοι ἄσκησιν ἀποδέξεται ὑπὲρ τῆς τοῦ σώματος ὑπομονῆς.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
