# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 14-3

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Γ, ΠΛΑΤΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/14-3

ἆρʼ ἔστιν αὔλησίς τι πρᾶγμα; — πάνυ μὲν οὖν. — ἄνθρωπος οὖν αὔλησίς ἐστιν; — οὐθαμῶς. — φέρʼ ἴδω, τί δʼ αὐλητάς; τίς εἶμέν τοι δοκεῖ; ἄνθρωπος; ἢ οὐ γάρ; — πάνυ μὲν οὖν. — οὐκ οὖν δοκεῖς οὕτως ἔχειν 〈κα〉 καὶ περὶ τἀγαθοῦ; τὸ μὲν ἀγαθόν τι πρᾶγμʼ εἶμεν καθʼ αὕθʼ, ὅστις δέ κα εἰδῇ μαθὼν τῆνʼ, ἀγαθὸς ἤδη γίγνεται. ὥσπερ γάρ ἐστʼ αὔλησιν αὐλητὰς μαθὼν ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν, ἢ πᾶν γʼ ὁμοίως τῶν τοιούτων ὅ τι τὺ λῇς, οὔ χʼ αὑτὸς εἴη χἀ τέχνα, τεχνικός γα μάν.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
