# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 16-3

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Γ, ΠΛΑΤΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/16-3

Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθʼ ἓν μόνον, ἀλλʼ ὅσσα περ ζῇ, πάντα καὶ γνώμαν ἔχει. καὶ γὰρ τὸ θῆλυ τᾶν ἀλεκτορίδων γένος, αἰ λῇς καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα ζῶντʼ, ἀλλʼ ἐπῴζει καὶ ποιεῖ ψυχὰν ἔχειν. τὸ δὲ σοφὸν ἁ φύσις τόδʼ οἶδεν ὡς ἔχει μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο. καὶ πάλιν· θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθʼ οὕτω λέγειν καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν καλὼς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνὶ κάλλιστον εἶμεν φαίνεται καὶ βοῦς βοΐ, ὄνος δʼ ὄνῳ κάλλιστον, ὗς δέ θην ὑί.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
