# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 21-4

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Δ, Κεφ. δ′. ΚΡΑΤΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/21-4

Κράτης πατρὸς μὲν ἦν Ἀντιγένους 〈Ἀθηναῖοσ〉, Θριάσιος δὲ τῶν δήμων, ἀκροατὴς ἅμα καὶ ἐρώμενος Πολέμωνος· ἀλλὰ καὶ διεδέξατο τὴν σχολὴν αὐτοῦ. καὶ οὕτως ἀλλήλω ἐφιλείτην ὥστε καὶ ζῶντε οὐ μόνον τῶν αὐτῶν ἤστην ἐπιτηδευμάτων, ἀλλὰ καὶ μέχρι σχεδὸν ἀναπνοῆς ἐξωμοιώσθην ἀλλήλοιν καὶ θανόντε τῆς αὐτῆς ταφῆς ἐκοινωνείτην. ὅθεν Ἀνταγόρας εἰς ἄμφω τοῦτον ἐποίησε τὸν τρόπον· μνήματι τῷδε Κράτητα θεουδέα καὶ Πολέμωνα ἔννεπε κρύπτεσθαι, ξεῖνε, παρερχόμενος, ἄνδρας ὁμοφροσύνῃ μεγαλήτορας, ὧν ἄπο μῦθος ἱερὸς ἤϊσσεν δαιμονίου στόματος, καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμει αἰῶνʼ ἀστρέπτοις δόγμασι πειθόμενος.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
