# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 26-3

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Γ, ΠΛΑΤΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/26-3

Φησὶ δʼ Ἡρακλείδης ὅτι νέος ὢν οὕτως ἦν αἰδήμων καὶ κόσμιος ὥστε μηδέποτε ὀφθῆναι γελῶν ὑπεράγαν· τοιοῦτος δʼ ὢν ὅμως ἐσκώφθη καὶ αὐτὸς ὑπὸ τῶν κωμικῶν. Θεόπομπος γοῦν ἐν Ἡδυχάρει φησὶν οὕτως· ἓν γάρ ἐστιν οὐδὲ ἕν, τὼ δὲ δύο μόλις ἕν ἐστιν, ὥς φησι Πλάτων. ἀλλὰ καὶ Ἀναξανδρίδης ἐν Θησεῖ· ὅτε τὰς μορίας ἔτρωγεν ὡσπερ〈εὶ〉 Πλάτων. ἀλλὰ καὶ Τίμων οὑτωσὶ παραγραμματίζων αὐτόν· ὡς ἀνέπλασσε Πλάτων 〈ὁ〉 πεπλασμένα θαύματα εἰδώς.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
