# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 27-4

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Δ, Κεφ. ε′. ΚΡΑΝΤΩΡ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/27-4

ἤ σέ γε Κύπριδος υἷα περίφρονος, ἠέ σε Γαίης, ἢ Ἀνέμων· τοῖος σὺ κακὰ φρονέων ἀλάλησαι ἀνθρώποις ἠδʼ ἐσθλά· τὸ καὶ σέο σῶμα δίφυιον. Ἦν δὲ καὶ δεινὸς ὀνοματοποιῆσαι. τραγῳδὸν γοῦν ἀπελέκητον εἶπεν ἔχειν φωνὴν καὶ φλοιοῦ μεστήν· καί τινος ποιητοῦ σκίφης μεστοὺς εἶναι τοὺς στίχους· καὶ τὰς Θεοφράστου θέσεις ὀστρέῳ γεγράφθαι. θαυμάζεται δὲ αὐτοῦ βιβλίον μάλιστα τὸ Περὶ πένθους. καὶ κατέστρεψε πρὸ Πολέμωνος καὶ Κράτητος, ὑδρωπικῇ διαθέσει νοσήσας. καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν· ἐπέκλυσε καὶ σέ, Κράντορ, ἡ νόσων κακίστη, χοὔτω μέλαν κατῆλθες Πλουτέως ἄβυσσον. καὶ σὺ μὲν ἐκεῖθι χαίρεις, σῶν λόγων δὲ χήρη ἕστηκεν Ἀκαδήμεια καὶ Σόλοι, πατρίς σευ.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
