# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 28-3

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Γ, ΠΛΑΤΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/28-3

ἐν Δεξιδημίδῃ· ὦ Πλάτων, ὡς οὐδὲν οἶσθα πλὴν σκυθρωπάζειν μόνον, ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς. Κρατῖνος Ψευδυποβολιμαίῳ· ἄνθρωπος εἶ δηλονότι καὶ ψυχὴν ἔχεις. —κατὰ τὸν Πλάτωνʼ οὐκ οἶδα 〈δʼ〉, ὑπονοῶ δʼ ἔχειν. Ἄλεξις Ὀλυμπιοδώρῳ· σῶμα μὲν ὁμοῦ τὸ θνητὸν αὖον ἐγένετο, τὸ δʼ ἀθάνατον ἐξῇξε πρὸς τὸν ἀέρα. —ταῦτʼ οὐ σχολὴ Πλάτωνος; καὶ ἐν Παρασίτῳ· ἢ μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας. χλευάζει δʼ αὐτὸν καὶ Ἀναξίλας Βοτρυλίωνι καὶ Κίρκῃ καὶ Πλουσίαις.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
