# Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 30-7

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. α′. ΖΗΝΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/diogenes-laertius/text/30-7

καὶ ἄλλο Ζηνόδοτος ὁ στωικός, Διογένους μαθητής· ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον, Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ· ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ αἵρεσιν, ἀτρέστου ματέρʼ ἐλευθερίας· εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; οὐ καὶ ὁ Κάδμος κεῖνος, ἀφʼ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα; καὶ κοινῇ δὲ καὶ περὶ πάντων τῶν στωικῶν Ἀθήναιος ὁ ἐπιγραμματοποιός φησιν οὕτως· ὦ στωικῶν μύθων εἰδήμονες, ὦ πανάριστα δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν, τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον· ἅδε γὰρ ἀνδρῶν μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας. σαρκὸς δʼ ἡδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις, ἡ μία τῶν Μνήμης ἤνυσε θυγατέρων.

---

Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, ed. R. D. Hicks. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0004.tlg001.local001/.
